Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.170 Joseph. AJ 14.174 (English) >>Joseph. AJ 14.178

14.172διακειμένων δʼ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν· “ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτʼ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρʼ ὑμῶν, κόμην τʼ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος. 14.173 δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπʼ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον. 14.174ἀλλʼ Ἡρώδην μὲν ἐπὶ τούτοις οὐκ ἂν μεμψαίμην, εἰ τὸ αὐτοῦ συμφέρον ποιεῖται περὶ πλείονος τὸ νόμιμον, ὑμᾶς δὲ καὶ τὸν βασιλέα τοσαύτην ἄδειαν αὐτῷ παρασχόντας. ἴστε μέντοι τὸν θεὸν μέγαν, καὶ οὗτος, ὃν νῦν διʼ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, 14.175κολάσει ὑμᾶς τε καὶ αὐτὸν τὸν βασιλέα.” διήμαρτεν δʼ οὐδὲν τῶν εἰρημένων. γὰρ Ἡρώδης τὴν βασιλείαν παραλαβὼν πάντας ἀπέκτεινεν τοὺς ἐν τῷ συνεδρίῳ καὶ Ὑρκανὸν αὐτὸν χωρὶς τοῦ Σαμαίου·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.170 Joseph. AJ 14.174 (English) >>Joseph. AJ 14.178

Powered by PhiloLogic